Ἡ παῦλα γίγνεται μετὰ τὴν ΠΛΟ-Ἁμὰς συνθήκην
Τοῦ ΠΛΟ (νῦν ὑπὸ τῆς Ἂλ Φατὰ ἀρχομένου) καὶ τῆς ἰσλαμικῆς ἑταιρείας Ἁμὰς συνθήκην ὑπογραψαμένων, τῇ τοῦ Νετανιάχου ἀρχῇ ὡς τάχιστα συνελθούσῃ ἔδοξε τὰς πραγματείας τὰς πρὸς τοὺς Παλαιστίνους παντελῶς παύειν. ...
τὸ μὲν πρότερον ὁ τῶν ΗΑΠ φερέφωνος Ἰωάννης Κέρρι τῷ πρὸς τοὺς Παλαιστίνους διαλόγῳ ἐπεκούρει, ὅμως δὲ νῦν ἡ τοῦ Ἰσραῆλ ἀρχὴ μένειν προαιρεῖται ἕως ἂν σαφῶς εἰδῶσιν ὅ τι ἡ νέα Παλαιστίνη ἀρχὴ ποιήσειν μέλλει, ἡ γὰρ ἑταιρεία Ἁμὰς τὸ Ἰσραῆλ οὐκ ἀποδέχεται, διὰ δὲ ταῦτα ὅ τε Νετανιάχου καὶ ὁ Κέρρι (ἡ τῶν ΗΑΠ ἀρχὴ τὴν ἑταιρείαν Ἁμὰς ἐν τῷ καταλόγῳ τῶν τρομοκρατικῶν καταστάσεων τυγχάνει ἔχουσα) ταύτην τὴν ΠΛΟ-Ἁμὰς συνθήκην κακόν τι ἡγοῦνται· οὐ μὴν τὸ αὐτὸ νομίζει ἡ τῆς Εὐρωπαικῆς Ἑνώσεως φερέφωνος Καταρίνα Ἄστων, φησὶ γὰρ ταύτην τὴν συνθήκην ἀγαθὸν εἶναι.
AKROPOLIS WORLD NEWS Τὰ νέα ἑλληνιστὶ γεγραμμένα

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου