| Φύλαξ τις ἐμπρησθέντα αὐτοκίνητα θεᾶται |
Οἱ φύλακες, εἰς τὸν δῆμον ...
Ἀλεμάο καλούμενον νεωστὶ εἰσβάντες, τοῦτον μὲν τὸν τόπον βίᾳ κατέχειν πειρῶσιν, ἐν γὰρ νῷ ἔχουσι τοὺς ναρκωτικῶν ἐμπόρους ἐκεῖθεν ἐκβαλεῖν, σχεδὸν δὲ καθ‘ ἡμέραν, ἐξ οὗ εἰσέβησαν, ἐν ταῖς ἁγυιαῖς ἐπὶ αὐτοὺς ἁμιλλῶνται πυροβόλοις χρώμενοι (καὶ οἱ ναρκωτικῶν ἔμποροι πυροβόλοις χρῶνται)· νεωστὶ δέ, τῶν τε φυλάκων καὶ τῶν ναρκωτικῶν ἐμπόρων ἁμιλλωμένων, γραῦς μέν τις ἑβδομήκοντα καὶ δύο ἔτη γεγονυῖα ἣ ἔτυχεν ἐκεῖ οὖσα ἀπέθανεν, τοῦ δὲ δυστυχήματος διὰ τοῦ δήμου ἀγγελθέντος ταχέως ἐνστάσεις ἐγίγνοντο, ὄχλος δέ τις πρῶτον μὲν αὐτοκίνητα ἐνέπρησεν, τῇ δὲ νυκτὶ δύο λεωφορεῖα ἐμπρήσας εἰς νοσοκομεῖόν τι εἰσῆλθε καὶ ἐκεῖ πολὺ τῆς σκευῆς ἔρρηξεν.
Τὸ Παγκόσμιον Κύπελλον Ποδοσφαίρου δέον ἐν τῇ Βρασιλίᾳ μετ' οὐ πολὺν χρόνον ἄρχεσθαι, αἱ μεθέξουσαι χῶραι θαυμάζουσι πότερον ἔξεσται ἐκεῖ ἀδεῶς ἔχειν ἢ οὔ.
http://www.akwn.net/
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου