Οὐκέτι ἴσασι πότερον οὗτος ὁ ἄνθρωπος ἑρμηνεύς ἐστιν ἢ οὔ
Ἐν τῷ κήδει τοῦ Μανδέλα, τῶν ἀρχόντων ἀπὸ πολλῶν χωρῶν ἀφικομένων τοῖς θεαταῖς περὶ τοῦ Μανδέλα ἀγορευόντων, ἄνθρωπός τις ὄπισθεν ἑστὼς ταῖς χερσὶν ἐσχηματίζετο· λόγῳ μὲν ἑρμηνεὺς ἦν ὃν τὸ ANC (Ἀφρικανικὸν Ἐθνικὸν Κογγρέσον) ἐμίσθωσεν ἵνα τοὺς τῶν ἀγορευόντων λόγους τοῖς κωφοῖς ἑρμηνεύοι σχήμασι χρώμενος, ἔργῳ δὲ ὃ οὗτος ὁ ἄνθρωπος ἐσχηματίζετο οὐδὲν ἐδύνατο.
πολλοὶ κωφῶν ὀργανισμοί, τοῦτο εὐθὺς αἰσθόμενοι, τῇ μὲν ἐπιγιγνομένῃ ἡμέρᾳ πρὸς τοῦτο ἐνέστησαν, πάντες δὲ ἤροντο ὅς τις οὗτος ὁ ἄνθρωπος εἴη· τὰ περὶ τοῦ ψευδοῦς ἑρμηνέως νέα ταχέως διὰ πάσης τῆς οἰκουμένης διέδραμεν καὶ ἐσκεδάσθη.
οὐ χαλεπὸν ἦν τοῖς ζητοῦσι φύλαξιν ἐξευρεῖν ὅς τις ἐστίν, πάντες γὰρ τὸ πρόσωπον αὐτοῦ εἶδον, ταχέως δὲ ηὗρον· τὸ τοῦ ἀνθρώπου ὄνομα Θαμσάγκα Χαντίη ἐστίν· ὁ ἄνθρωπος, τριάκοντα καὶ τέτταρα ἔτη γεγονώς, εἶπε τοῖς δημοσιογράφοις ὅτι, τῶν λόγων ἤδη ἀρχομένων, ἐξαίφνης σχιζοφρενικὴν καταβολὴν ἔπαθεν, τοῦτο δὲ παθὼν ἐσχηματίζετο ἀφρόνως, σὺν οὐδενὶ νῷ, οὐκ εἰδὼς ὅ τι ποιοίη· λέγει δὲ καὶ ὅτι οὐκ ἐξῆν αὐτῷ τὸ δυστύχημα κωλύειν καίπερ πειρῶντι. ὅμως δὲ οὐκέτι ἴσμεν πότερον ἀληθῶς ἑρμηνεύς
ἐστιν ἢ οὔ.
AKROPOLIS WORLD NEWS Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου