Σάββατο 21 Δεκεμβρίου 2013

Ὁ Ῥόννυ Βίγς, ὁ τῆς ἑκατονταετίας κλέπτης, ἀπέθανεν

PictureὉ Ῥόννυ Βίγς, τῷ ἔτει 1964 καταληφθείς
Τῷ ἔτει 1963, 17 κλέπται 118 σάκκους χρήματα ἐνέχοντας ἐκ τοῦ σιδηροδρόμου ἀπὸ τῆς Γλασκώβης ἀφικομένου ἔκλεψαν
 Ὁ Ῥόννυ Βίγς, ὁ καλούμενος “κλέπτης τῆς ἑκατονταετίας“, ἀπέθανε χθὲς ἐν τῷ Λονδίνῳ, ὀγδοήκοντα καὶ τέτταρα ἔτη γεγονώς.
ὁ Βὶγς ἐνδοξότατος ἐγένετο διότι συνεργαστὴς ἦν ἐν τῇ καλουμένῃ “κλοπῇ τῆς ἑκατονταετίας“, τῷ ἔτει 1963. οὗτος καὶ ἑκκαίδεκα ἄλλοι ἄνθρωποι πλεῖστα χρήματα ἔκλεψαν ἐκ τοῦ σιδηροδρόμου ὃς ἀπὸ τῆς πόλεως Γλασκώβης ἀπεληλύθει. οὐδέποτε τὸ πρότερον οὐδεὶς τοσαῦτα χρήματα ἐκεκλόφει, διὰ δὲ τοῦτο μάλιστα περὶ ταύτης τῆς κλοπῆς ἐν πάσῃ τῇ οἰκουμένῃ οἱ δημοσιογράφοι πολλὰ ἔγραψαν. οἱ κλοπεῖς τὸν μὲν σιδηρόδρομον παύεσθαι ἠνάγκασαν τὰ φῶτα μεταβαλόμενοι, τῷ δὲ τοῦ σιδηροδρόμου ἁρματηλάτῃ ἐπιθέμενοι τοὺς σάκκους τὰ χρήματα ἐνέχοντας ἔλαβον καὶ  ὡς τάχιστα ἀπέφυγον. οὕτως δὲ ἀκριβῶς τὴν κλοπὴν παρεσκευάσαντο ὥστε πάντα λεπτῶν ἐνίων ἐγένετο.

τῶν φυλακῶν πάντα τὰ τεκμήρια ἐξετασάντων, πάντες οἱ κλοπεῖς ἐνιαυτοῦ κατελήφθησαν, τὸν δὲ Βὶγς κατέγνωσαν τριάκοντα ἔτη· ὅμως δὲ μετὰ πεντεκαίδεκα μῆνας ὁ Βὶγς ἐκ τοῦ δεσμωτηρίου ἐξέφυγεν καί, ἐκ τοῦ Ἡνωμένου Βασιλείου ἀπελθών, διὰ μὲν πολλῶν χωρῶν διεπορεύθη, τέλος δὲ ἐν τῷ Ῥίῳ δε Ἰανείρῳ κατῴκησεν· οὐκ ἐξὸν τῷ Ἡνωμένῳ Βασιλείῳ αὐτὸν ἐκ τῆς Βρασιλίας ἐξενεγκεῖν (αἱ γὰρ δύο χῶραι συνθήκας περὶ τούτου ἀλλήλαις οὐκ ἐποιήσαντο), ἐκεῖ πολλὰ μὲν ἔτη ᾤκει, ἔπειτα δέ, τὴν Ἀγγλίαν ἰδεῖν βουλόμενος πρὶν ἀποθανεῖν, ἑαυτὸν τοῖς Βρεταννικοῖς φύλαξι τῷ ἔτει 2001 παρέδωκεν. εἰς τὴν Ἀγγλίαν ἐπανελθὼν ἑπτὰ ἔτη ἐν δεσμωτηρίῳ διέμενεν ἕως ἅτε μάλιστα νοσῶν ἠλευθερώθη. 

akwn.net/ 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου